e09.1 δύο ὁδοί
e09.1 δύο ὁδοί
Frei nach Xenophon, Ὑπομνημανεύματα ΙΙ, 21 ff.
| Ἡρακλῆς, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὁρμᾶται, | ἐκ παίδων (aus dem) vom Kind(esalter) |
| ἐν ᾗ οἱ νέοι ἤδη αὐτοκράτορες γιγνόμενοι δηλοῦσιν |
|
| εἴτε τὴν δι’ ἀρετῆς ὁδὸν αἱρήσονται ἐπὶ τὸν βίον |
|
| εἴτε τὴν διὰ κακίας, |
|
5 | ἐκβαίνει εἰς ἡσυχίαν καὶ καθέζεται |
|
| ἀπορῶν ποτέραν τῶν ὁδῶν αἱρήσεται· |
|
| καὶ δοκοῦσιν αὐτῷ δύο γυναῖκες προσέρχεσθαι μεγάλαι, |
|
| ἡ μὲν ἑτέρα εὐπρεπὴς καὶ ἐλευθέρα φύσει, |
|
| κεκοσμημένη τὸ μὲν σῶμα καθαρότητι, | τὸ σῶμα: adverbialer Akkusativ |
10 | τὸ δὲ σχῆμα σωφροσύνῃ, | τὸ σχῆμα: adverbialer Akkusativ |
| ἐσθῆτι δὲ λευκῇ, | ἐσθῆτι: Dativus modi (der Art und Weise) |
| ἡ δὲ ἑτέρα πολύσαρκος μὲν καὶ ἁπαλή, |
|
| κεκαλλωπισμένη δὲ τὸ μὲν χρῶμα | τὸ μὲν χρῶμα: adv.Akk. „an Farbe“ |
| ὥστε λευκοτέρα τε καὶ ἐρυθροτέρα τοῦ ὄντος δοκεῖ φαίνεσθαι, | τοῦ ὄντος: Gen.comparationis „als in Wirklichkeit“ |
15 | τὸ δὲ σχῆμα | τὸ σχῆμα: adv.Akk. „an Gestalt“ |
| ὥστε δοκεῖ ὀρθοτέρα τῆς φύσεως εἶναι, | τῆς φύσεως: Gen.comparationis |
| ἐσθῆτα δὲ ἔχει, ἐξ ἧς μάλιστα ὥρα διαλάμπει· |
|
| ἐπισκοπεῖ δὲ καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται, |
|
| πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπει. |
|
20 | ὡς δ’ ἥκουσιν πλησίον τοῦ Ἡρακλέους, |
|
| ἡ μὲν βαδίζει τὸν αὐτὸν τρόπον, | τὸν αὐτὸν τρόπον: adverbialer Akkusativ |
| ἡ δὲ φθάνειν βουλομένη προστρέχει τῷ Ἡρακλεῖ καὶ λεγει· |
|
| Ὁρῶ σε, ὦ Ἡράκλεις, ἀποροῦντα |
|
| ποίαν ὁδὸν ἐπὶ τὸν βίον αἱρεῖσθαι βούλῃ. |
|
25 | εἰ οὖν ἐμὲ φίλην ποιήσεις, |
|
| τὴν ἡδίστην τε καὶ ῥᾴστην ὁδὸν ἄξω σε, |
|
| καὶ τῶν μὲν τερπνῶν πάντων γεύσῃ, | τῶν τερπνῶν: Gen. partitivus (der Teilhabe) bei γεύομαι |
| τῶν δὲ χαλεπῶν ἄπειρος διαβιώσῃ. | τῶν χαλεπῶν: Gen. obiectivus (des Objekts) bei ἄπειρος |
| πρῶτον μὲν γὰρ οὐ πολέμων οὐδὲ πραγμάτων φροντιεῖς, | πολέμων: Gen. obiect. bei Verben der geist.Anteilnahme |
30 | ἀλλὰ σκέψῃ τί χαριζόμενον ἢ σιτίον ἢ ποτὸν εὐρήσεις, |
|
| ἢ τί ὁρῶν ἢ ἀκούων τέρψῃ, |
|
| καὶ πῶς ἂν μαλακώτατα καθευδήσεις |
|
| καὶ πῶς ἂν ἀπονώτατα τούτων πάντων τευξῃ. | τούτων πάντων: Gen. part. bei τυγχάνω |
| εἰ δέ ποτε γενήσεταί τις ὑποψία σπάνεώς τινων, |
|
35 | ἕξεις ταῦτα, |
|
| οὐ σὲ ἄξω ἐπὶ τὸ πόνῳ τοῦ σώματι καὶ τῆς ψυχῆς ταῦτα πορίζεσθαι, | ἐπὶ τὸ ταῦτα πορίζεσθαι subst.Inf. „zum Dies-Erlangen“ |
| ἀλλ’ οἷς οἱ ἄλλοι ἐργάζονται, τούτοις σὺ χρήσῃ, | οἷς: Dat. modi (Art und Wese) – |
| οὐδενὸς ἀπεχόμενος ὅθεν ἂν δυνατὸν ἐστί τι κερδᾶν. | οὐδενὸς: Gen. der Trennung |
| πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς ἐμοῖς φίλοις ἐξουσίαν ἐγὼ παρέχω. |
|
40 | καὶ ὁ Ἡρακλῆς ἀκούων ταῦτα, |
|
| Ὦ γύναι, λέγει, ὄνομα δέ σοι τί ἐστιν; | σοι: Dat. possessivus |
| ἡ δέ λέγει, Οἱ μὲν ἐμοὶ φίλοι καλοῦσί με Εὐδαιμονίαν, |
|
| οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι Κακίαν. 27 |
|
