p05 Lysias1, 12-16
www.perseus.tufts.edu/hopper/text
1 | ὕστερον γὰρ ἅπαντα ἐπυθόμην. | effektiver Aor. |
2 | καὶ ἐγὼ τὴν γυναῖκα ἀπιέναι ἐκέλευον | ἀπιέναι: hier "von Tisch weggehen" |
3 | καὶ δοῦναι τῷ παιδίῳ τὸν τιτθόν, | δοῦναι Inf.Aor.A von δίδωμι geben: KA1 |
4 | ἵνα παύσηται κλᾶον. | παύομαι + Part. > im Dt. aufhören + Inf. |
5 | ἡ δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελεν, | ὁ δέ, ἡ δέ, τὸ δέ = Demonstr.Pron. diese/r/s aber |
6 | ὡς ἂν ἀσμένη με ἑωρακυῖα ἥκοντα διὰ χρόνου· | ὡς ἂν ἑωρακυῖα > komparativ "als ob" u. Irrealis Sy11 |
7 | ἐπειδὴ δὲ ἐγὼ ὠργιζόμην καὶ ἐκέλευον |
|
8 | αὐτὴν ἀπιέναι, |
|
9 | »ἵνα σύ γε« ἔφη »πειρᾷς ἐνταῦθα τὴν παιδίσκην· | Finalsatz ohne HS als Vorwurf wie im Dt. |
10 | καὶ πρότερον δὲ μεθύων εἷλκες αὐτήν.« | καί: "auch" - ἕλκω hier: "zerren, bedrängen" |
11 | κἀγὼ μὲν ἐγέλων, | Krrasis S05 |
12 | ἐκείνη δὲ ἀναστᾶσα καὶ ἀπιοῦσα προστίθησι τὴν θύραν, | ἀναστᾶσα = Part.Aor. von ἀνίσταμαι KA2 |
13 | προσποιουμένη παίζειν, |
|
14 | καὶ τὴν κλεῖν ἐφέλκεται. | ἐφέλκεται = histor.Pr. |
15 | κἀγὼ τούτων οὐδὲν ἐνθυμούμενος οὐδ᾽ ὑπονοῶν |
|
16 | ἐκάθευδον ἄσμενος, ἥκων ἐξ ἀγροῦ. | PC > Kausalsatz: Sy10 |
17 | ἐπειδὴ δὲ ἦν πρὸς ἡμέραν, |
|
18 | ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν. | ἐκείνη: gemeint ist die Ehefrau |
19 | ἐρομένου δέ μου τί αἱ θύραι νύκτωρ ψοφοῖεν, | GA > gleichzeitig Sy10 - τί: "was" auch "warum" |
20 | ἔφασκε τὸν λύχνον ἀποσβεσθῆναι τὸν παρὰ τῷ παιδίῳ, | Beachte den nachgestellten Artikel |
21 | εἶτα ἐκ τῶν γειτόνων ἐνάψασθαι. | erg. als Subj.Akk. αὐτήν - ἐκ: hier "bei" (Verkürzung von "aus dem Haus der Nachbarn) |
22 | ἐσιώπων ἐγὼ καὶ ταῦτα οὕτως ἔχειν ἡγούμην. |
|
23 | ἔδοξε δέ μοι, ὦ ἄνδρες, τὸ πρόσωπον ἐψιμυθιῶσθαι, | zu ἔδοξε erg. ἐκείνη |
24 | τοῦ ἀδελφοῦ τεθνεῶτος οὔπω τριάκονθ᾽ ἡμέρας· | GA > konzessiv: Sy10 - ἡμέρας: Akk.der Ausdehnung - Die Trauerzeit betrug 30 Tage. |
25 | ὅμως δ᾽ οὐδ᾽ οὕτως οὐδὲν εἰπὼν περὶ τοῦ πράγματος | PC > beiordnend - οὐδ᾽ οὐδὲν: verstärkte Negation |
26 | ἐξελθὼν ᾠχόμην ἔξω σιωπῇ. |
|
27 | μετὰ δὲ ταῦτα, ὦ ἄνδρες, χρόνου μεταξὺ διαγενομένου | GA > vorzeitig: Sy10 |
28 | καὶ ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν ἐμαυτοῦ κακῶν, | πολὺ ἀπολειπομαι: "mir entgeht viel" - |
29 | προσέρχεταί μοί τις πρεσβῦτις ἄνθρωπος, | histor.Pr. |
30 | ὑπὸ γυναικὸς ὑποπεμφθεῖσα |
|
31 | ἣν ἐκεῖνος ἐμοίχευεν, ὡς ἐγὼ ὕστερον ἤκουον· |
|
32 | αὕτη δὲ ὀργιζομένη καὶ ἀδικεῖσθαι νομίζουσα, |
|
33 | ὅτι οὐκέτι ὁμοίως ἐφοίτα παρ᾽ αὐτήν, |
|
34 | ἐφύλαττεν ἕως ἐξηῦρεν ὅ τι εἴη τὸ αἴτιον. | εἴη: obliquer Opt.: Sy13 |
35 | προσελθοῦσα οὖν μοι |
|
36 | ἐγγὺς ἡ ἄνθρωπος τῆς οἰκίας τῆς ἐμῆς ἐπιτηροῦσα, | ἡ ἄνθρωπος: abschätzig etwa "die Alte" |
37 | »Εὐφίλητε« ἔφη »μηδεμιᾷ πολυπραγμοσύνῃ | Dativ des Grundes: "aufgrund von" |
38 | προσεληλυθέναι με νόμιζε πρὸς σέ· |
|
39 | ὁ γὰρ ἀνὴρ ὁ ὑβρίζων εἰς σὲ καὶ τὴν σὴν γυναῖκα |
|
40 | ἐχθρὸς ὢν ἡμῖν τυγχάνει. |
|
41 | ἐὰν οὖν λάβῃς τὴν θεράπαιναν | ἐάν m.Konj. bei HS im Futur (Z.8): im Dt.: wenn + Ind. |
42 | τὴν εἰς ἀγορὰν βαδίζουσαν καὶ διακονοῦσαν ὑμῖν |
|
43 | καὶ βασανίσῃς, |
|
44 | ἅπαντα πεύσῃ. |
|
45 | ἔστι δ᾽« ἔφη »Ἐρατοσθένης Ὀῆθεν ὁ ταῦτα πράττων, | Ὀῆθεν: "aus Ὄη/ Οἴα", attischer δῆμος |
46 | ὃς οὐ μόνον τὴν σὴν γυναῖκα διέφθαρκεν |
|
47 | ἀλλὰ καὶ ἄλλας πολλάς· |
|
48 | ταύτην γὰρ τὴν τέχνην ἔχει.« | τέχνη: hier Kunst der Verführung |